Τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Πέμπτῃ, οἱ καλῶς διαταξάμενοι θεῖοι Πατέρες, ἀλληλοδιαδόχως ἔκ τε τῶν θείων Ἀποστόλων, καὶ τῶν ἱερων Εὐαγγελίων, παραδεδώκασιν ἡμῖν τέσσαρά τινα ἐορτάζειν· τὸν ἱερὸν Νιπτῆρα, τὸν μυστικὸν Δεῖπνον (δηλαδὴ τὴν παράδοσιν τῶν καθ’ ἡμᾶς φρικτῶν Μυστηρίων), τὴν ὑπερφυᾶ Προσευχήν, καὶ τὴν Προδοσίαν αὐτήν.
Ψαλλόμενα ἐν τῷ ὄρθρῳ καὶ ἐν τῷ ἐσπερινῷ μέλῃ
